Κατά τι παράδειγμα οἱ δίκαιοι καρύαι εἰσὶ, φέροντες καρπὸν διὰ τὴν πρὸς Θεὸν θεραπείαν ἱερατικὴν, διὰ τὸ ἕρκος ἔχειν περὶ αὐτά· ὁ μέν τι πικρὸν καὶ χολῶδες, ἕτερον δέ τι σκληρὸν τῶν πειρασμῶν· ἀλλὰ καὶ χειμάῤῥους ὁ πειρασμὸς λέγοιτο· κατὰ τὸ, χειμάῤῥους διῆλθεν ἡ ψυχὴ ἡμῶν ἠβουλήθη τοίνυν ἡ νύμφη καταβᾶσα εἰς τὸν κῆπον τῆς καρύας, τουτέστιν ἐκπεσοῦσα τὰ (1) παραδείσου πρὸς τὴν ἐπίμοχθον ταύτην ζωὴν, ἰδεῖν παράδοξόν τι γέννημα τοῦ χειμῶνος ῥέοντος μαύρου ποταμοῦ· ἢ, κατὰ Σύμμαχον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει· ἀλλὰ καὶ ἰδεῖν εἰ ἥνθησεν ἡ ἄμπελος, διαφεύγουσα τὸν χειμῶνα· καὶ τὸ ἔαρ φθάσασα, τὸν καιρὸν τοῦ Πάσχα καὶ τῆς τῶν ἀζύμων ἑορτῆς· τότε γὰρ φιλεῖ ἀνθεῖν ἐν τῇ Ἰουδαίᾳ ἡ ἄμπελος· καὶ εἰ ἤνθησαν αἱ ῥόαι, ὧν ὁ καρπὸς πολὺς, καὶ τάξει περιειλημμένος ὑπὸ τοῦ λέπους· ᾧ ὡμοίωται τὸ μῆλον τῆς νύμφης· ἐκεῖ δὲ, φησὶ, δώσω σοι τοὺς μαστούς μοι, τουτέστι τὸ ἡγεμονικόν· ἀλλʼ ἠγνόησε, φησὶν, ἡ ψυχή μου, καὶ τὴν ὑπόσχεσιν ἔψευσται, μὴ δυναμένη ἀφʼ ἑαυτῆς τι ποιεῖν· ἀλλʼ οὐκ ἀπελείφθην ἐν τούτοις· ὁ γὰρ πατὴρ τοῦ Ναασσὼν ὁ ἄρχων τοῦ λαοῦ μου Ἀμιναδὰβ, ἔθετό με ἑαυτῷ εἶναι ἅρματα Ναασσὼν δὲ ὀφιώδης ἑρμηνεύεται· ὁ ἄρχων τοῦ λαοῦ τῆς νύμφης· Ἀμιναδὰβ δὲ οὖτος ὁ ἐν Ἀριθμοῖς πατὴρ τοῦ ἄρχοντος τῆς φυλῆς Ἰούδα Ναασσών· ὃς μεταλαμβάνεται εἰς τὸν Χριστόν· διὰ τὸ, καθὼς Μωῦσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως, φησὶν, ἅρματά με ἔθετο ἑαυτῷ ἡνιοχῶν μου τοὺς λογισμούς.