Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξίον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβάνουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μηδὲν ἔχειν κοπρῶδες.