Ὤσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω ναὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν· αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ· οὐχ ἀπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὡς τινες οἴονται· διαφόρων ἐνεργειῶν εἰσὶ γνωρίσματα· Θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἡμῖν ἐνεργοῦντος, καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς. Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον. Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· « Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό· »καὶ « πλατύνθητε, φησὶ, καὶ ὑμεῖς, » ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυῒδ λέγων· « Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, » τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· « Ὁ δὲ ἐπιχαίρων 3 v. 7. ⁴ ibid. 5 v. 9. 6 v.14. 7 v. 17. 8 v. 20. 9 v. 26. ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; » Ἤ τάχα οὔτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλεῖᾳ πιστεύσαντος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε (2).