Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετʼ ὀλίγον κατασκηνώσει ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προστἀγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπʼ αὐτόν. CAP. II. Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.