(1) Παροιμία ἐστὶ λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλου σημαινόμενος. Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευματικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ φρονοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἤ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῷν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν. Τουτέστιν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον· ἀνεπιστήμων γάρ τις ὢν δικαιοσύνης, οὐκ ἂν διέλοι τὰς ἀμφισβητήσεις ὀρθῶς· οὐδὲ Σολομὼν γὰρ ἔκρινεν ὀρθῶς ταῖς πόρναις, μὴ σώζων ἀκριβεῖς τοῦ δικαίου τοὺς λόγους· ὀρθῶς δὲ καὶ ἀδιαστρόφως κριοῦμεν, εἰ πειθόμεθα μὲν ἀρετῇ, καταγινώσκομεν δὲ κακίας. Τρία δὲ κριτήρια ἐν ἡμῖν· αἴσθησις, λόγος, καὶ νοῦ καὶ ἡ μὲν αἴσθησις, τῶν αἰσθητῶν· ὁ δὲ λόγος, 1 v. 1. 2 v. 3. τῶν ῥημάτων καὶ τῶν νοημάτων· ὁ δὲ νοῦς, θεωρία τῶν νοητῶν. Ὤσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·)· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.