Στίχ. θ΄. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάς τε πράξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. Οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρʼ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν.