Στίχ. λη΄. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τῇ ἐτοιμασίᾳ τῆς καρδίας αὐτῶν πρόσεχε τὸ οὖς σου. Ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι· ὃ δὴ καὶ γέγονεν. Ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. Ἥν ἰδὼν ὁ καρδιογνώστης. ἐπλήρωσεν. Ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρδίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν.