Στίχ. ιβ΄. Ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών. Καὶ ἄλλως δέ· ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκοπευτηρίῳ Θεὸς κατοικεῖ. Ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. Οὐκοῦν τό· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθήσιται. Ἐκείνων δὲ μέμνηται, ὦν ἐγένετο καταφυγή.