<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg074.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="36"><div type="textpart" subtype="verse" n="3" corresp="urn:cts:greekLit:tlg0527.tlg027:36.3"><p>Στίζ γ΄. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα,
καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ
τῷ πλούτῳ αὐτῆς.</p><p>(62) Τουτέστιν, Ἀγάπησον τὸ εὐδοκιμεῖν· δίψησον
τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν· ἀγάπησον τὰ τοῖς
ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα.
Καὶ ποίει χρηστότητα· ὡς εἰ ἔλεγε τῷ ἀγρῷ·
Ποίει τόνδε τὸν καρπόν. Οὕτως σοι τῷ ἀκροατῇ τῶν
θείων μαθημάτων· Δὸς ἀγρῷ, φησὶν ὁ Λόγος· ποίει
χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύματος.
Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα κατασημαίνει
πάντα τρόπον ἀρετῆς. Καὶ κατοίκει παρὰ
τὴν γῆν· προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ
καὶ γεωργίᾳ· Ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο
καὶ θερίσει. Ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει
Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἀγίων, τουτέστιν αἱ
ἐπαγγελίαι. Καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχεσθαι
λογίων, ἕρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς
ἁγίοις ἀγαθῶν. Ἥ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ
τοῦ κατασκηνώσεις· γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς
πραέσιν ἐπηγγελμένην δηλονότι· ἐν ᾗ γεγονὼς, ποιμανθήσῃ.
φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ
τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφἡς
χορηγία. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον
βίον· καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ
κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους
ὑπʼ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς
ἀποχρωμένους. Οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποιμένι
καλῷ. εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων,
τοῦτον καρπούμενοι, ὥστε λέγειν· Κύριος ποιμαίνει
με, καὶ οὐδέν με ὑστερήσει.</p></div></div></div></body></text></TEI>