<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg074.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="36"><div type="textpart" subtype="verse" n="1" corresp="urn:cts:greekLit:tlg0527.tlg027:36.1"><p>Στίχ. α΄. Μὴ παραζήλου ἐν πονηρευομένοις,
μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.</p><p>Διαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν
μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλοτυπίαν,
ὁποϊον τό· Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ
Θεῷ· τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἶον
εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Ζηλοῦν
δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὅ παρεῖται
τῷ πέλας νενόμικεν ἀγαθόν. Τοῦτο οὖν λέγει·
Μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀναστῆναι
αὐτὸν κατὰ σοῦ. Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα,
ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβουεύει
σοι. Οἶον· Εἰ μετὰ γνώμης τοῦ Δαβὶδ τὸν
ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, Ἐπάταξεν ὁ Δαβὶδ
ἐν μυριάσιν αὐτοῦ· αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πονηρευομένοις,
τῷ Σαούλ. Μήτε πάλιν μιμοῦ ἢ μακάριζε
<note type="footnote">Hebr. I, 7.</note>
<note type="footnote">(61) Orig. et Theodoret.</note>

<pb n="120"/>
τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. Πρὸς ὀλίγον
γὰρ ἀνθοῦντες, ξηραίνονται. Πᾶσα γὰρ σὰρξ,
χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλίγον
ἀνθήσαντες, αὕριον εἰς κλίβανον βάλλοντας
καθά φησιν ὁ Σωτήρ. Οὐ γάρ τοι φαίην ἂν εἶναί πως
ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν
πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ
χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν
ἑλέσθαι κακῶς. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους,
φησὶ, μηδὲ κατεμεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων,
κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι
βίῳ τρυφάς. Φεῦγε οὖν τὴν ἰσοῤῥοπίαν, εἰς τὰ ἐσόμενα
βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ
πράγματα. Διὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ
ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ
ἀποπεσοῦνται.</p></div></div></div></body></text></TEI>