<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg074.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="27"><div type="textpart" subtype="verse" n="2" corresp="urn:cts:greekLit:tlg0527.tlg027:27.2"><p>Στίχ. β΄. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς
μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.</p><p>(61) Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε
δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ,
τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι,
τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν
ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ
πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς,
ἐντεύξεις, εὐχαριστίας.</p><p>Στίχ. β΄. Ἐν τῷ αἴρειν με χεῖράς μου πρός ναὸν
ἄγιόν σου.</p><p>Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν
οὐρανῷ θησαυριζόμεναί εἰσι· διʼ ὧν νικᾷ τις τὸν
νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας
ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ.
Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησόμεθα.</p></div></div></div></body></text></TEI>