Στ. ιθ´. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆ οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. (11) Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὅνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑ ρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατʼ αὐτῶν. Ἀλλʼ ὅτε (12) εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.