Στίχ. λα΄. Ὁσεὶ τροφοφορήσαι ἀνθρωπος. Ἀκύλας. Ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν. Ὦριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί· « Συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν (27), τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος· ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑποδυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα.»