Στίχ. κζ΄. Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως. φησὶ. καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν δεῖ ποιεῖν. (12) Εἰ δὲ κατὰ φύσιν ἔχει. Ἔστι τάχα τινὰ προστάγματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν, κατὰ τό· Ἕδωξαν αὐτοῖς προστάγματα οὐ καλά. Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν, οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.