Στίχ. δ΄. (10) Οὐ ποιήσεις σεαυτῷ εἴδωλον. Ἄλλο εἴδωλον, καὶ ἕτερον ὁμοίωμα. Ὁμοίωμα γάρ ἐστιν, ἐὰν ποιῇς ἰχθύος ἢ τετραπόδου, ἢ θηρίου, ἢ διὰ τεχνουργίας ἢ διὰ ζωγραφίας ὁμοίωμα· εἴδωλον δὲ, ὅσα ἀνατυποῦσα ψυχὴ ποιεῖ ἐξ οὐχ ὑπαρχόντων πρωτοτύπως· οἷον, ἀναμεμιγμένον τι ζῶον ἀπὸ ἀνθρώπου καὶ ἵππου. Στίχ. δ΄ Ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω. καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. Ἄλλο προσκυνεῖν, καὶ ἄλλο λατρεύειν. Ὁ μὲν γὰρ ἐξ ὅλης ψυχῆς δουλεύων τούτοις οὐ μόνον προσκυνεῖ. ἀλλὰ καὶ λατρεύει· ὁ δὲ καθυποκρινόμενος, καὶ δια τὰ ἔθη ποιῶν, οὐ λατρεύει μὲν, προσκυνεῖ δέ. Εὑρήσεις δὲ τοιούτους ἐν τοῖς Ἀριθμοῖς χαριζομένους γυναιξὶ, καὶ εἴδωλα προσκυνοῦντας. (10) Edidit Montfauc. in Hex. Est in cod. 534, p. 100.