<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21" corresp="urn:cts:greekLit:tlg0527.tlg027:21"><div type="textpart" subtype="paragraph" n="3"><p>Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ.
Ὁ σκώληξ (52) οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλʼ
ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην.
Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν
μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ
λογικαὶ ὀνομάζονται φύσεις «Σὲ» γὰρ, φησὶν, « ἐζήλωσαν
πάντα τὰ ξύλα τοῦ παραδείσου, » ἐν δὲ ταύταις
πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη·
καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς
τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ
γέγονε τῷ διαβόλῳ καὶ τοῖε ἀγγέλοις αὐτοῦ·
καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι
σκολιός. Τίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ,
τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Ὅτι σὺ εἷ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς
μου ἀπὸ μαστῶν τῆς μηερός μου, κ. τ ἑ.
θεὸν γὰρ γενόμενον (53) ὁ Πατὴρ ἐμαιεύσατο· οἶμαι
δὲ καὶ μόνον τῶν εἰς γένεσιν ἐληλυθότων, ἐπεὶ
καὶ μόνος ἐξ ἁγίου Πνεύματος ἦν. Εἰ δὲ ἐλπίζειν
δει ἔτι γαλακτοδοτού μενος τελειότητι, πρὸς τὸ, «ἐκπάσας
με, » λεχθείη ἃν, ὅτι καὶ ἵνα μὴ ἐξέλθῃ τῆς
??αστρὸς, ἐπεβουλεύετο καὶ ἐκωλύετο, ὡς δοῖσθαι τοῦ
θεοῦ ἐκσπῶντος αὐτὸν ἀπὸ γαστρός. Τάχα δὲ καὶ
τάντα τὸν γεννώμενον ἀόρατός τις δύναμις ἐκσπᾷ
πὸ τῆς γαστρός· ἁγία μὲν, ὡς τὸν Παῦλον ἀφοριόμενον
ἐκ κοιλίας μητρός· χείρων δὲ, ὡς τοὺς ἀπηλοτριωμένους
ἀπὸ μήτρας ἁμαρτωλούς. Μόνον δὲ τὸν
ωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς,
στε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι
??. « Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· » τῶν
ἰλῶν ἀνθρωπων οὐκ ἐκσπασμένων, ἀλλʼ ἐξερχομέ??ον·
« Ἐξῆλθε » γὰρ, φησὶν, « ὁ Ἡσαῦ ὡσεὶ δορὰ
??σύς. » Διὰ τοῦτο δὲ μόνος οὐ γέγονεν ἐν τῇ τῶν
<note type="footnote">14 Ezech. xxxi, 9. 15 Gen. xxv, 25.</note>
<note type="footnote">(49) Αὕτη ἡ φωνή, etc. Corderius, qui et silia
fere habet sub nomine Gregorii Nazianni.</note>
<note type="footnote">(50) Ὡς ἔλεγε, etc. Codex Coislinianus, et sche
Grabii.</note>

<pb n="1256"/>
νηπίων ἀνοίᾳ καὶ καταστάσει· ἔτι γὰρ μαστοὺς μητρὸς
διὰ τὸ σῶμα θηλάζων ἐλπίζειν ᾔδει ἐπὶ τὸν ἐκσπάσαντα
αὐτὸν ἐκ γαστρός· πάντες γὰρ ἄνθρωποι
γενόμενοι πρότερον τῇ κακίᾳ προσέρχονται· ὁ δὲ
Κύριος ἡμῶν, καθώς φησιν Ἡσαῖΐας, « πρὶν ἢ γνῶναι
αὐτὸν ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι
τὸ ἀγαθόν. » Τὸ δὲ περὶ Ἰωάννου μένταγε
« σκι\ρτῶντος ἐν ἀγαλλιάσει » συνεξετάσεις τούτοις,
καὶ τὰ περὶ Ἰακὼβ « ἐν τῇ κοιλίᾳ πτερνίζοντος τὸν
ἀδελφὸν αὐτοῦ, » καὶ τὰ περὶ Ἱερεμίου «πρὶν ἐξελθεῖν
ἐκ μήτρας ἁγιασθέντος. »</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ
σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. Ἐνὼς ἤλπισεν
(54) ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλʼ οὐκ ἀπὸ μαστῶν
τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν
ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος;
λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. « Οὐκ
ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ
ἁμαρτήσει. »</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Ἀπὸ γαστρός μηερός μου Θεός μου εἶ σὺ, κ.
τ. ἑ ἐπεὶ ἅμα (55) τῷ γεννηθῆναι ηῦχετο, τάχα
καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν
κοιλίᾳ κήτους εὐχομένου.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ, ὅτι Θλίψις ἐγγὺς, ὅτι
οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, « θλίψις (56)
ἐγγὺς, » ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέ
ρων ἐπὶ τὰς ἐν ᾄδου πρὸς τὰς ἐκεῖ δυνάμεις περιστάσεις.
Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων
αὐτῷ βοηθοῦντος. Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως
ἐκεῖ συγκατσβῆναι.</p></div></div></div></body></text></TEI>