Θήσεις αὐτοὺς ὡς κλίβανον πιρὸς, κ. τ. ἑ. Τοῦτο περὶ πονηρευομένων (45) φησί· κλίβανος γὰρ εἰσι πυρὸς, ἐπεὶ ἐθερμάνθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. Καὶ εἴρηται δή που· « Πάντες μοιχεύον τες, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. » Κύρος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ τ. ἑ. Ταράττονται δὲ ἐπὶ προσδοκίᾳ (44) τιμωρίας, οὐχ ἀπλῶς πάντες, ἀλλʼ οἱ διʼ ἡδον\ὴν κακοὶ, καὶ δοξάζοντες τὰ ψευδῆ. « Καὶ καταφάγεται αὐτούς πῦρ, » ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ. Οὑ τὴν (45) οὐσίαν, ἀνώλεθρος γὰρ, ἀλλὰ τὴν ποιότητα καθʼ ἣν ἐβλάστησε ξύλα, χόρτον, καλάμην, τὰ ποντ ρὰ ἔργα· ἢ καὶ ὅπερ οἱ κακοὶ καὶ δυσσεβεῖς κατέβαλον σπέρμα, ὅπερ ἀφανίζει ὁ Θεὸς ἀπὸ τῶν υἱῶν τὠν ἀνθρώπων. Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρπτῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λοχισμὸς πονηρός. Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογέσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ. Διὰ πάντων οἱ φαῦλοι (46) καταστραφέντες ἀδυνάτοις ἐπιχειροῦσι. Διαλογίζονται γὰρ ἐπιβουλευτικὴν κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. Τοῦ αὐτοῦ. Εἰς ὃν θέλει ἕκαστος τῶν πονηρῶν κακοποιεῖν, κλίνει τὰ κακὰ, ἢ εἰς ὃν ἀδικεῖ, ἢ εἰς ὃν ἀσεβεῖ.