<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="20" corresp="urn:cts:greekLit:tlg0527.tlg027:20"><div type="textpart" subtype="paragraph" n="1"><p>Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς,
καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσετ
σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς (33) Θεοῦ δύναμις, μή
ποτε ἐπʼ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις κς
σοφία, οὕτω καὶ σωτηρία.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἕδωκας αὐ
τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὺ
ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν κα ρδίς
<note type="footnote">(29) Σωτήριόν ἐστ Θεοῦ, etc. Corderius.</note>
<note type="footnote">(30) Ἀλλʼ οὐ τὰ κακά, etc. Schedæ Grabii.</note>
<note type="footnote">(31) Ἐπακούει γάρ, etc. Schedæ Grabii.</note>
<note type="footnote">(32) Οἱ μὲν ἀντικείμενοι, etc. Codex Coislinianus
schedæ Grabii, Barbarus.</note>
<note type="footnote">(33) Εἰ Χριστός, etc. Corderius.</note>

<pb n="1249"/>
(34) ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς
καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων
καὶ τεθεωρημένων ἐπαγγελίᾳ.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Ἕθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον
ἐκ λίθου τίμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ
(35) ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι
τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἵρηται· « Μὴ
ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.
» Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου,
καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες
τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει (36), καὶ στεφανοῦται.
Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς
δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας
δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ
ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ
δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου
καὶ ἀργυρίου λίθους τιμίους, ὑφʼ ὧν εἰργάσατο λίθων
στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν
ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα
ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον (37)
εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς
ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· « Ἐνεφύσησεν εἰς
τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, » τῷ· « Ἐξαγαγέτω
ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς
νόσου βίον αὐτοῦ.</p></div></div></div></body></text></TEI>