Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσετ σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς (33) Θεοῦ δύναμις, μή ποτε ἐπʼ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις κς σοφία, οὕτω καὶ σωτηρία. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἕδωκας αὐ τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὺ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν κα ρδίς (29) Σωτήριόν ἐστ Θεοῦ, etc. Corderius. (30) Ἀλλʼ οὐ τὰ κακά, etc. Schedæ Grabii. (31) Ἐπακούει γάρ, etc. Schedæ Grabii. (32) Οἱ μὲν ἀντικείμενοι, etc. Codex Coislinianus schedæ Grabii, Barbarus. (33) Εἰ Χριστός, etc. Corderius. (34) ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ. Ἕθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τίμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ (35) ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἵρηται· « Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. » Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται. Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει (36), καὶ στεφανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφʼ ὧν εἰργάσατο λίθων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον (37) εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· « Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, » τῷ· « Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ.