Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι (28) ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δέξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι « ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, » περὶ οὗ εἶπε Συμεὼν, « Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. » Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ (29) τὸ ἐν αὐτῷ, σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, » τ. ἑ. Ἀλλʼ οὐ τὰ κακὰ (30) αἰτήματα. Ὦ τἀς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοικν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βσυ λῆς. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐιοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ (31) Κύριος παντὸς βασιλέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασιλευόντων. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Θ μὲν ἀντικείμενοι (32) μετὰ τῆς κακίας ἡμῖν ἐφῳμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτῷ ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δ??άμεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον.