<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="18" corresp="urn:cts:greekLit:tlg0527.tlg027:18"><div type="textpart" subtype="paragraph" n="7"><p>Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·
ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια·
τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντσ
καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα
ὀφθαλμούς. Ὁ φόβυς Κυρίου ἁγνὸς, κ. τ. ἑ. Ὁ
πνευματικὸς νόμος (18) τοῖς πνευματικοῖς καθάρσιος
ἐπιστρέφει ψυχήν. Ἡ μαρτυρία Κυρίου δύναται τοῦ
Χριστοῦ ἐν τῷ σταυρῷ μαρτύριον εἶναι, ἡ πιστὴ τοῦ
Κυρίου μαρτυρία τοὺς νηπίους σοφίζουσα. Τὰ δικαιώματα
Κυρίου, ἃ περιέχει δικαιοσύνην τῆς πρὸς ἕκαστον
κατʼ ἀξίαν ἀποδόσεως, τοῦ Κυρίου · ἐν τῷ νόμῳ
αὐτοῦ ἐστι δικαιώματα, ἢ τὰ περὶ τὴν πρὸς ἕκαστον
αὐτοῦ οἰκονομίαν· ταῦτα γὰρ νοηθέντα εὐφραίνει
καρδίαν. Ἡ ἐντολὴ Κυρίου ἐν εἴδει γενικοῦ νόμου
ἐστὶν ἐντολή · οὐ κεκρυμμένως δὲ αὕτη , ἀλλὰ
τηλαυγῶς λέγεται, καὶ φυλαχθεῖσα φωτίζει τοὺς τῆς
ψυχῆς ὀφθαλμούς. « Ὁ φόβος Κυρίου ἁγνός· » τῶν
δοκούντων φοβεῖσθαι τῆς ψυχῆς τὸν Κύριον οἱ μὲγ
εἰδότες περὶ ὧν φοβεῖσθαι δεῖ, ἐκκλίνουσι τῶν κακῶν
τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· οἱ δὲ οὐκ
ἔχουσι τὸν ἀληθῶς φόβον Κυρίου. Ἁγνὸς γὰρ οὗτος.
καὶ οἱ καρποὶ αὐτοῦ διαμένουσιν εἰς αἰῶνα αἰῶνυς.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Τοῦ αὐτοῦ. « Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων
ψυχάς. » Πότερον ἀπὸ κακίας (19) ἐπιστρέφων
πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά;
Καὶ τάχα τοῦτο. Τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκς
ποιεῖν. Ὁ τοῦ Μωϋσέως νόμος διαφόρως ὀνομάζεται.
Λέγεται γὰρ νόμος, ὡς τὴν πολιτείαν ῥυθμίζων·
μαρτυρία, ὅτι διαμαρτύρεται τὰ τῆς παραβάσεως,
τιμωρίαν δεικνύς· δικαιώματα, ὅτι πρὸς τὸ καλὸν
προτρέπων ἀπαγορεύει τὸ ἄδικον · ἐντολὴ, ὡς τὸ
πρακτέον δεσποτικῶς κελεύων καὶ εἰσηγούμενος·
κρίματα, ὅτι δείκνυσι τίνων ὁ φυλάσσων ἀγαθῶν
τεύξεται, καὶ τίσι τιμωρίαις ὁ παραβαίνων παραδοθήσεται.
Ὁ νόμος οὖν, φησὶ, τοῦ Κυρίου ἄμωμος Εν
ἐπιστρέφει τὰς τῶν ἀνθρώπων ψυχάς.</p><pb n="1245"/></div><div type="textpart" subtype="paragraph" n="9"><p>Τοῦ αὐτοῦ « Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς
αἰῶνα αἰῶνος » Ἁγνεία ἐστὶν (20) ἁμαρτημάτων
ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοὺς ποιῶν· τῷ γὰρ
φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὤν
ὁ φόβος, καὶ αἰωνίους οἷς ἂν γένηται ποιεῖ. Εὐλάβεια
καὶ ὁ τοῦ Θεοῦ φόβος τῶν αἰωνίων ἀγαθῶν προξενεῖ
τὴν ἀπόλαυσιν. Εἰκότως δὲ ὁ τοῦ Θεοῦ φόβος ἁγνός· ὁ
γὰρ ἀνθρώπινος ψέγεται, καὶ δειλίας ἔχει προσηγορίαν.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, κ. τ. ἑ.
Εἰ ὁ δοῦλος (21) φυλάσσει, ὁ μὴ φυλάσσων οὐ δοῦλος.
ὑλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ ὁ ἐπιθυμῶν οὐκ
ἄλλο τι ἢ αὐτά. Διὸ ἔχει ἀνταπόδοσιν τυχεῖν τῶν
ἐπιθυμουμένων. Τὰ φανερὰ δὲ κατορθώσας, περὶ τῶν
νρυφίων εὔχεται.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος
ἔσϲμαι, κ. τ. ἑ. Ἐὰν οἱ ἀλλότριοι (22) μὴ κατακυριεύσωσιν
ἡμῶν, τότε ἅμωμοι ἐσόμεθα, οὐ πρότερον
τοιοῦτοι ὄντες. Ἄμωμοι δὲ ἐσόμεθα καθαιρόμενοι καὶ
ἀπὸ μεγίστης ἁμαρτίας. Καὶ τοῦ μὲν μηδὲν ἁγνὸν
προφερομένου ἐκ τοῦ ἰδίου στόματος τὰ λόγια ἕσονται
εἰς εὐδοκίαν, ἅτε ἀνοίγοντος τὸ στόμα μόνῳ λόγῳ
Θεοῦ· τοῦ δὲ τοιούτου ἡ μελέτη τῆς καρδίας διὰ τὴν
πα ῤῥησίαν ἐνώπιόν ἐστι τοῦ Θεοῦ, οὐ ποτὲ μὲν, ποτὲ
δὲ οὕ, ἀλλὰ διὰ παντός. Οὐδενὸς δὲ ἀνιέντος τὴν μελέτην
τῆς ἑαυτοῦ καρδίας, καὶ διὰ τοῦτο μολυνομένου
διαλογισμοῖς πονηροῖς, δύναται μελέτη τῆς καρδίας
εἶναι διὰ παντὸς ἐνώπιον τοῦ Θεοῦ.</p></div></div></div></body></text></TEI>