<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="18" corresp="urn:cts:greekLit:tlg0527.tlg027:18"><div type="textpart" subtype="paragraph" n="2"><p>Τοῦ αὐτοῦ. Οὕτε γὰρ γῆ (12), οὕτε ὁ ἐκ γῆς χοῖκὸς
διηγήσασθαι δύναται δόξαν Θεοῦ. « Ὁ γὰρ ὢν ἐκ
τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν
οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται
δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν
Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ
τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ
στερεώματος εἰρημένον.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ῥῆμα, καὶ νὺξ
τυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ
τὸν (13) θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν
ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι
διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας
τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά
εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι
τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ
τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἕργα. Καὶ ἡ φωτινὴ
δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει
σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα ὡς ἡ Παλαιὰ Γραφὴ
τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος
ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ
Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν
πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν
ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα
τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ.
Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν
ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες.
Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως
ἄν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἕστιν
ἀπσλογία. Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι
γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ
αἰσθηιὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες,
καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς
παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος
ἑλεγε· « Ῥήματα ζωῆς αἰωνίου ἔχεις. » Καὶ ὁ Σωτὴρ
ἕφη· « Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά
ἐστιν. » Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν
οἰκουμένης.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Οὐκ εὶσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούον.
ται αἰ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ (14)
καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ
τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ.
Ὁ Κύριος ἡμῶν (15) ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν,
ἐυ αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· « Ἐγὼ
ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. » Καὶ πάλιν·
« Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἕργα. »
Καὶ ὁ Ἀπόστολος· « Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον
καταλλάσσων ἑαυτῷ. »</p><note type="footnote">93 Joan. XII, 31. 94 ICor. II, 10. 95 Joan. VI, 69. 96 ibid. 63. 97 ibid. XIV, 10. 98 ibid. 99 II Cor.V, 19.</note><note type="footnote">(15) Ὁ Κύριος ἡμῶν, etc. Schedæ Grabii, BarBarbarus
Didymo tribuit.</note><note type="footnote">(16) Εxstat hoc fragmentum in Apologia Pamphili
marlyris pro Origene.</note><pb n="1244"/></div><div type="textpart" subtype="paragraph" n="6"><p>Καὶ αὐτὸς ὠς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ
αὐτοῦ, κ, τ. ἑ. Ὡς νυμφίος ἐστὶν (17) ὁ Χριστός·
« Ὁ γὰρ ἕχων, φησὶ, τὴν νύμφην νυμφίος
ἐστί. » Κατὰ τὸ κάλλος μιμεῖται νυμφίον ἐκ παστάδος
μετὰ πολλῆς εὐπρεπείας.</p></div></div></div></body></text></TEI>