Πεἴρά τις, οἶμαι (90), ὁ βίος ἐν τῷ Ἰώβ. Περιστάσεως δὲ οὐκ ἔνι ῥυσθῆναι πικρῶν ἢ τὸν ἐν Θεῷ γεγονότα. Τίνεται δέ τις ἐν Θεῷ, μετέχων αὐτοῦ, ὡς καὶ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γενόμενος, ὅστις εἰς πειρασμὸν οὐκ εἰσέρχεται, οὐ τῷ μὴ πειρασθῆναι, ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσι τοῦ πειρασμοῦ. Ὑπερβαίνει οὖν οὗτος τὸ τεῖχος τῆς ἁμαρτίας, ὀπίσω ταύτας ποιούμενος. Ὁ Θεός μου, ἅμωμος ἡ ὀδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν, κ. τ. ἑ. Ἅμωμος ὀδὸς (91) ὁ Χριστός ἐστιν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. » Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οί ἀκούοντες αὐτῶν λέγουσιν· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; » Καὶ « πνεύματι δὲ ζέουσι, καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλʼ ὁ εἰπών· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, » πεπυρωμένα εἶχε λόγια· διό φησι· Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; « Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς. ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίν Θεὸ πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἰστῶν με, κ. τ. ἑ. Κατὰ τοῦτο τὸ σημαινόμενον (92), μόνος Θεός ἐστιν ἀληθιωὸς ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ ἄρα τὸ τίς, ἐπὶ τοῦ σπανίου πολλάκις κείμενον, ἐπὶ τὸν Μονογενῆ ἀνοίσομεν. Καὶ νῦν μὲν ἡ ζώνη δύναμις, παρὰ δὲ Παύλῳ ἀλήθεια. Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. « Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. » Ἴδιὰ τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ ὧν κατέπεσεν, ἢ καταβέβηκε. Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος (93) οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ 82 Joan. XIV, 6. 53 Luc. XXIV, 52. 84 Rom. XII, 11. 85 Luc. XII, 49. (92) Κατὰ τοῦτο τὸ σημαινόμενον, etc. Schetæ Grabii Origeni tribuunt, sed Corderius habet tanquam incerti aucloris. (93) Καταρτίζονταὶ τινος, etc. Schedæ Graba. codex Coisinianus, Barbarus. τῆς θεωρίας. Διότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὅφεις. Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. Ὁ χαλκὸς σύμβολόν ἐστι (94) πρακτικῆς. « Διέφθειρε γὰρ τὸν χαλκόν σου, » φησὶν Ἰεζεχιὴλ πρὸς τὴν Ἱερουσαλήμ. Ἐπειδὴ οὖν οἱ ἡμέτεροι βραχίονες πέμπουσι τὰ βέλη, φησὶν, ὅτι, Παρεσκεύασας τοὺς βραχίονάς μου τόξον, καὶ προστίθησι « χαλκοῦν, ἐμιφαίνων τὸ εὔτονον καὶ ἄθραυστον, καὶ λέγων ὅτι, Ἀήττητόν με πεποίηκας ἐν τοῖς κατὰ τῶν ἐχθρῶν ἀγῶσι.