Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. « Ἐν ᾧ μέτρῳ (85) μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. » Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· « Ἀνταπόδος τῷ δούλῳ σου. » Δικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. Μετὰ ὁσίου ὁσιωθήσῃ. καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτός ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσομαι (86) ἄμωμος μετʼ αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἓσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ. Τοῦ αὐτοῦ. Ἐν μὲν τοῖς ὁσίοις (87) ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπολούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὔτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. » Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας (88) τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁδεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; « Ὅτι σὺ λαὸν ταπεινὸν σὡσεις. » 76 Matth. VI, 23. 77 Joan. XIV, 6. Ps. XVII, 31. 79 Matth. VII, 2. 80 Ps. CXVIII, 17. 81 Levit. XXVI, 27, 28. (83) Χωρὶς Θεοῦ, etc. Codex Roe. Corderius vero tanquam incerti habet. (84) Ἄμωμός ἐστιν, etc. Schedæ Grabii, Barbarus. (85) Ἐν ᾧ μέτρῳ, etc. Schedæ Grabii, Barbarus. Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὺ σκότος μου, κ. τ. ἑ. Ὁ λύχνος τοῦ σώματός ἐστιν (89) ὁ ὀφθαλμός. Τοῦτον φωτιεῖ ὁ Κύριος. Ἔχομεν δέ τι καὶ ἐν τῇ ἀνθρωπίνῃ κατασκευῇ σκότος· τοῦτο οὖν τοῦ δικαίου φωτιεῖ ὁ Κύριος. Ἥ λύχνος ψυχῆς ὁ νοῦ, ὡς δὴ φωτὸς δεκτικός. Σκότος δὲ ταύτης τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν, ἃ δὴ φωτίζεται ὑπὸ τοῦ νοῦ δεξαμένου τὰς θείας αὐγάς. Τάχα δὲ καὶ οἱ περιλαμφθέντες τῇ ἀληθείᾳ ὑπὸ Κυρίου λύχνον ἔχουσιν ἀνημμένον, τὰς δὲ πράξεις κατʼ ὄρθρον ἄγοντες λόγῳ, ἐκ τοῦ τὸν νοῦν πεφωτίσθαι, καὶ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος, κ. τ. ἑ.