Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ῥύσεταὶ με, ὅτι ἠθέλησέ με. κ. τ. ἑ. Οἱ θλιβόμενοι (80) καὶ μὴ στενοχωρούμενοι ἴστωσαν ἐξαχθησόμενοι ἀπὸ τῆς θλίψεως καὶ εἰς ἅγιον τοῦ Θεοῦ πλατυσμὸν ἀχθήσεσθαι· ἐν γὰρ ἡμέρᾳ κακώσεως τὸν πρὸς αὐτὸν καταφεύγοντα ἀντιστηρίζει Θεὸς, ὡς ἂν μὴ κλονηθεὶς καταπέσῃ· καὶ ἀντιστηρίζων ἐκφέρει εἰς πλάτός τὸν στενούμενον ταῖς θλίψεσι, κατὰ τό. « Ἐν θλίψει ἐπλάτυνάς με· » ὅπερ γίνεται, οὐ πάντως ἀπαλλαττομένου, γενναίως δὲ φέροντος. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὀδοὺς Κυρίου, κ. τ. ἑ. Ὁ ἐπαίρων ὁσίους (81) χεῖρας, καὶ θαῤῥῶν εἰπεῖν· « Ἔπαρσις τῶν χειρῶν μσυθυσία ἑσπερινὴ, » καὶ καθαρότητα χειρῶν ὀμολογίσει ἔχειν. Θεωροῦντος δὲ ὡς ἕκαστον κρίσει γίνεται λόγος. Ἐστι δέ τινα κρίματα τοῦ Θεοῦ περὶ ἐκάστου τῶν ἁμαρτανομένων. Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ. ἐρεῖ· « Πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου. » Καὶ ἄλλως οὐδὲν ὁ ταῦτα λέγων ἑαυτοῦ καταγινώσκει. Ὅθεν καὶ ἐπὶ τὸν Σωτῆρα αὐτὰ δεῖ ἀναφέρεσθαι. « τὸν πεπειρασμένον κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας. » Τοῦ αὐτοῦ. Καθαρειότης ψυχῆς (82) ἐστιν ἀπὰθεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς 71 Matth. v, 8. 72 Luc. X, 19. 73 Ps. IV, 2. 74 Ps. CXL, 2. 75 IIebr. IV, 15. (80) Οἱ θλιβόμενοι, etc. Corderius. (81) Ὁ ἐπαίρων ὁσίους, etc. Codex Roe. Corderius autem anonymo tribuit. (82) Καθαρειότης ψυχῆς, etc. Schedæ Grabii, et Barbarus. τοῦ ἀνθρώπου. Καθαρειότητα χειρῶν τὰς προφητικάς φησιν ἐνεργείας ἀμολύντους οὕσας ἀπὸ τῆς βελτίστης ἕξεως. Καὶ ἔσομαι ἅμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. Χωρὶς Θεοῦ (83) οὐκ ἔστιν εἶναι ἄμωμον· μετʼ ὀλίγα οὖν φησι· « Καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου. » Οὐκ ἔστι δὲ κατὰ τὸν λέγοντα τό. « Ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, » καὶ τὸ ἐξῆς, ἔχειν ἀνομίαν. Καὶ τό. « φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου,» δύναται ἀναφέρεσθαι ἐπὶ τὸ λεγόμενον τὸ ἐν ἡμῖν σκότος, κατὰ τό· « Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; » Τοῦ αὐτοῦ. Ἅμωμός ἐστιν (84) ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. « Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. » Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυΐδ ἔφη λέγων· « Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. »