Τοῦ αὐτοῦ. Διὰ τοῦ ὁμοίου (60) τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ ἀὶ τοῦ δικαίου τὴν δικαιοσύνην. Αὕτη γὰρ ἡ ἐντολὴ μεγάλη καὶ πρώτη. Ὁ ἀγαπῶν δὲ καὶ θεραπεύει τὸν ἀγαπώμενον. Ἰσχὺν ἑαυτοῦ καλεῖ τὸν Θεὸν, ὡς αὐτοῦ ῥυσθεὶς ἐκ πάντων αὐτοῦ τῶν ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν. Τοῦ αὐτοῦ. Στερέωμα εἶπε (61) τὸν Θεὸν ὡς ὑς αὐτοῦ κατὰ τῶν πολεμίων ῥυσθείς· καταφυγὴν δὲ (59) αὐτοϊσχύς, etc. Corderius. (60) Διὰ τοῦ ὁμοίου, etc. Schedæ Grabii, et barbarus. (61) Στερέωμα εἶπε, etc. Eædem schedæ, et barbarus. ὡς τεἴχος αὐτῷ γενόμενον· ῥύστην, ὡς ὑπʼ αὐτοῦ λυτρωθείς. Τοῦ αὐτοῦ. Βοηθὸν εἶπε (62) τὸν Θεὸν, ὡς ἐπικουρήσαντα. Tοῦ αὐτοῦ. Ὑπερασπιστὴν ἕφη (63) τὸν Θεὸν, ὡς πρόμαχο· κέρας σωτηρίας, ὡς διʼ αὐτοῦ τοὺς ἐχθροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προμηθείᾳ διασωθείς. Κέρας σωτήριον καὶ ὁ Χριστὸς, κατὰ τὸν Ζαχαρίαν λέγοντα· « Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν. » Κέρας καὶ ἡ βασιλεία, ὡς τό. «Ὑψώσει κέρας Χριστοῦ αὐτοῦ. » Αἰνῶν ἐπικαλέσομαι Κύριον, κοὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι, κ τ. ἑ. Ὁ μετὰ τοῦ ὑμνεῖν (64) εὐχόμενος, αἰνῶν ἐπικαλεῖται τὸν Κύριον. Οὐδεὶς δὲ οὕτως εὔχεται τοῖς συμβαίνουσι δυσαρεστούμενος. Καὶ τῶν ἐχθρῶν οὖν περιεστηκότων, οὕτως εὐκτέον.