Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξὸν με ὡς κόρην ὀφθαλμοῦ, κ. τ. ἑ. Ὁ ἀνθεστηκὼς(45) Χριστῷ, ἀνθέστηκε τῇ δεξιᾷ τοῦ Θεοῦ. Εἰ δέ ἐστι καλῶς ἀριστερᾷ ἀνθεστηκέναι ζητήσεις. Ὁ δὲ διορατικώτατος, ὡς κόρη ὢν ὀφθαλμοῦ τοῦ ἐν τῷ ὅλῳ Χριστοῦ σώματι, τοῦτο ἐρεῖ· οὗ ἅπτεσθαί ἐστι τῆς κόρης τοῦ ὀφθαλμοῦ ἅπτεσθαι. Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέιω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαίπωρον αὐτὸν ἀπεργάσωνται. Ἐπεὶ δὲ δεξιὰ Κυρίου ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἀνθίστανται δὲ ταύτῃ ἐχθροὶνοητοί τε καὶ ἀόρατοι, ἀφʼ ὦν ἀβλαβῆ διαμένειν αἰτεῖ τὸν ἴδιον νοῦν, ἀνδρὸς δὲ ἡ φωνὴ πεφωτισμένου τοὺς τῆς ψυχῆς ὀφθαλμούς. Ἐν σκέπτῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάυτων μὲ, κ. τ. ἑ. Ὁ δίκαιος ἀπὸ τῶν (46) ἀσεβῶν ταλαιπωρίζεται καὶ ταλανίζεται, ἔσθʼ ὅτε καὶ ὡς ἀνόητος ἐλεούμενος· ἀλλὰ τότε ἐν τῇ σκέπῃ τῶν πτερύγων τοῦ Θεοῦ ὁ ἄξιος σκεπάζεται, ἵνα μὴ σεισθῇ ἀπὸ τοῦ ταλανίζεσθαι. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. Τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν, κ. τ. ἑ. Ὄταν αἰσθανώμεθα (47) διαλογισμῶν χειρόνων περιεχόντων τὴν ψυχὴν ἡμῶν, τότε λέγομεν· « Οἱ ἐχθροί μου τὴν ψυχή μου περιέσχον· » ἐὰν δὲ παχύνωσιν ἡμῶν τὸ διανοητικὸν, « τὸ στέαρ αὐτῶν συνέκλεισαν. » Πολιορκίαν δὲ ἐμφαίνει καὶ τῶν ἐχθρῶν τὴν ὡμότητα, συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς τὴν ὕλην προσπάθειαν. Ὅλοι γὰρ διʼ ὅλου σάρκινοι τυγχάνουσι. Τοῦ αὐτοῦ. Στέαρ μὲν νοητὸν (48) ἡ ἐκ τῆς κακίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης. Στέαρ δοκεῖ μοι λέγειν τὴν εὔνοιαν καὶ φιλαδελφίαν· καί φησιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐδεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες. Τινὲς μέντοι τὸ στέαρ εὐημερίαν καὶ εὐεξίαν ὡνόμασαν. Ἐκβαλόντες με νυνὶ περιεκύκλωσὰν με, τοὺς ὀφθαλμοὺς αὐτῶν· ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ἑ. Coislinianus, num. 189; alter vero num. 10, Eusebio tribuit. (48) Στέαρ μέν νοητόν, etc. Codex Coislinianus Theodoreto tribuit, alii Origeni. Ἔνδον ὄντας (49) οὐ περικυκλοῦσιν οἱ ἐχθροὶ, οὐ γὰρ δύνανται, ἀλλʼ ὅταν ἔσωθεν ἐκβάλωσιν. Καὶ ἔθεντο, φησὶν, ἑαυτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸ ἐμὲ ἐκκλῖναι ἀπʼ οὐρανοῦ ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ ὕλῃ. Ἐπὶ βλάβῃ δὲ περικυκλοῦσιν ἀπολέσαι οἱ ζητοῦντες τὸ πρὸς γῆν ὁρᾷν καὶ σκοπεῖν μόνα τὰ πρόσκαιρα, ἐκκλίνουσι δὲ παρανομοῦντες τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ βουλόμενοι.