Οἱ ὀφθαλμοί μου ἱδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως (40) τοῦ παντὸς εὔχεται, ἴνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁαμαρτάνουσι πορευομένου τοῦ Θεοῦ. Ἐδοκίμασας τήν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειωτέον (41) τὸ, « ἐπεσκέψω, » οὐκ ἐπὶ κολάσεων κείμενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. « Τὰ ἔργα τῶν ἀνθρώπων » ἀντὶ τοῦ « περὶ τῶν ἕργων τῶν ἀνθρώπων. » Ἤ ἔργα τῶν ἀνθρώπων εἰσὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπι νοίαιςεἰργάσαντο. Tοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν (42) λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἤ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας. Tοῦ αὐτοῦ. « Εἰσέλθετε διὰ τῆς στενῆς (43) πύλης καὶ τεθλιμμένης ὁδοῦ » τουτέστι τῆς πραττικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλʼ ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς διʼ αὐτῆς γεγυμνασμένοις. Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖνον τὸ σὖς σου ἐμοῖ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ, κ. τ. ἑ. Ὡσπερ ἐπακουσθέντες (44) πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἤ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρόνητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἕλεοι γίνονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμβαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐτούς. 54 Joan. III, 18. 55 Matth. VII. 13. (37) Πᾶς ὁ δίκαιος, ete. Corderius, et schedæ Grabii. (38) Εἰ πᾶσαν τὴν κρίσιν, etc. Schedæ Grabii Origeni tribuunt, Corderius Eusebio. (39) Ἐπείπερ ὁ πιστεύων, etc. Codex Roe. (40) Περὶ τῆς ἀποκαταστάσεως, etc. Codex Rue. Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι. ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι. Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθησαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ὲλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθʼ ἁφῆς Ἰησοῦ ἐπιτιμῶντὸς τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαινόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· « Θέλω, καθαρίσθητι, » ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ τοὺς τοιούτους.