Κάμε, ἀπὸ ὀλλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. Διαμέρισον, ἵνα μὴ (55) ὁμονοῶσι. « Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. » Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐσγγελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέγωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· « Τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, » ἅτινα τάχα ἀναφέρουσιν, ἐπεὶ ᾕδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· « Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν. » Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημάτων (56) ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νηπίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευῖτικοῦ πρόσκειται· « Φάγεσθε τὰς σάρκας τῶν υἱῶν μῶν. » Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ (57), ἀκαθαρσίας. Θὐ μόνον δὲ αὐτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ αροσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου, κ. τ. ἑ. Ἐν δικαιοσύνῃ (58) καὶ πάσῃ ἀρετῇ ὀφθήσεται ὁ ἅγιος τῷ προσώπῳ τοῦ Θεοῦ, οὐδεὶς ὀὲ ἄδικος ὀφθήσεται. Ὁ δὲ μακαριζόμενος χορτασμὸς ἔσται ἐν τῷ ὀφθῆναι καὶ τρανωθῆναι τὴν δόξαν τοῦ Θεοῦ. Αὕτη γάρ ἐστιν ἡ πᾶν τὸ ἐλεὸν τῆς ψυχῆς ἀναπληροῦσα τροφὴ, ἧς ὁ πεινῶν, καὶ ὑγιεινῶς ὀρεγόμενος χορτασθήσεται πληρούμενος αὐτῆς. ΨΑΛΜΟΣ ΙΖ´. Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύσετης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν. Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, κοὶ ὰντιλήπτωρ μου, κ. τ. ἑ. Ἡ αὐτοῖσχὺς (59) καὶ αὐτοστερέωμα τῶν ἀγίων, ὁ Κύριός ἐστιν. Οὐδεὶς οὖν ἰσχυρὸς ἢ στερεὸς τῶν οὐκ ἐν Κυρίῳ. Οὐ ταὐτὸν ὁὲ τὸ στερεὸν τῷ σκληρῷ, οὐδὲ τὸ ἰσχυρὸν τόνοις φρειτικοῖς.