Τοῦ αὐτοῦ. Τοῦτον κυκλοῦσιν οἱ δαίμονες (50) ὃν ἐκβάλλουσι τῆς ἀρετῆς διὸ καλῶς λέγεται τό· « Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὦσεὶ ἔλεγεν· Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλʼ ὁ ἀπὸ πασῶν. Ἤ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν ἀποκρύφοις (51) γὰρ καὶ ἀπροοράτοις ἡμῖν ποιοῦνται τὰς καθʼ ἡμῶν ἐνέδρας ὡς σκύμνος οἱ ἐχθροί. Τοῦ αὐτοῦ. Διὰ τοῦ ἀκαθάρτου (52) λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμπιν λέων. Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλσόν αὐτοὺς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χερός σου, κ. τ. ἑ. Τὴν ῥομφαίαν (53) τοῦ Θεοῦ ἔσθʼ ὅτε οἱ ἐχθροὶ τῆς χειρὸς αὐτοῦ ἀναλαμβάνουσι καθʼ ἡμῶν. Ταύτην οὖν ῥυσθῆναι καὶ ἀρθῆναι ἀπὸ τῶν ἐχθρῶν εὔχεται τῷ Θεῷ. Τοῦ αὐτοῦ. Ὥσπερ Ἰὼβ (54) τὴν πλήξασαν αὐτὸν δύναμιν χεῖρα λέγει Θεοῦ· « Μή με στροβείτω » γὰρ, φησὶν, « ἡ χείρ σου· » οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ, ῥομφαίαν ὁ Δαυῒδ καλεῖ τοῦ Θεοῦ. Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, διʼ ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἶς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις. ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει. 57 Eccle. x, 4. 58 Ephes. iv, 27. 59 Job. ix, 34. (49) Ἔνδον ὄντας. etc. Codex Roe. (50) Τοῦτον κυκλοῦσιν οἱ δαίμονες, etc. Codex Coislin., 10 (51) Ἐν ἀποκρύφοις, etc. Codex Roe.