<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="15" corresp="urn:cts:greekLit:tlg0527.tlg027:15"><div type="textpart" subtype="paragraph" n="3"><p>Τοῖς ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε
πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν
αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν,
κ. τ. ἑ. Ὁ ἁμαρτωλὸς (28) ἔξω τῆς γῆς ἐστι τοῦ
<note type="footnote">42 Job. II, 10.</note>
<note type="footnote">(24) Ὁ κατὰ τόν, etc. Codex Anglicanus.</note>
<note type="footnote">(25) Ὡς καὶ οἱ διάκονοι, etc. Codex Coislinianus.</note>
<note type="footnote">(26) Ὡς πολεμίων, etc. Corderius, et codex
Coislinianus.</note>
<note type="footnote">(27) Εἰ ἀγαθὰ πᾶσαι ἀρετὶ, etc. Schedæ Grabii.</note>

<pb n="1212"/>
Θεοῦ, ᾧ οὐκ ἕδειξεν τὰ θαυμάσια. Ὁ Χριστὸς δὲ περὶ
τῶν κατʼ αὐτὸν μεμορφωμένων τελείων ἐρεῖ· Πάντα
τὰ θελήματά μου ἐν αὐτοῖς. Καὶ ἐπληθύνθησαν μὲν
αἱ ἀσθένειαι τῶν ἀπὸ τῶν ἐθνῶν· ἐτάχυναν δὲ τῇ
μετανοίᾳ μεταβάλλοντες. Ζητήσεις δὲ εἰ οὗτοι κατά
τινα ἐκδοχὴν ἅγιοί ποτε ἦσαν ἐν τῇ γῇ τοῦ Θεοῦ οἰκοῦντες,
πρὶν πληθυνθῆναι τὰς ἀνομίας αὐτῶν· ἧ
τινες αὐτῶν ὁ Ἰσραήλ εἰσιν, ἐν οἷς ἦν ποτε τὰ θελήματα
τοῦ Θεοῦ· ἢ οὕτως ἐν οὐρανῷ οἱ ἅγιοι τὸ
πολίτευμα ἔχοντες ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν,
κἃν ἕτι ὦσιν ἐν ταύτῃ τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἰ
κατʼ εἶδος ἀρεταὶ, ὡς ἐν τῷ· « Εὗρον Δαυΐδ τὸν τοῦ
Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὅς ποιήσει
πάντα τὰ θελήματά μου. » Ταῦτα θαυμαστοῖ ὁ Θεὸς
ἐν τοῖς ἁγίοις αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων ἅμεινον
ἀσκοῦσι τὰς ἀρετάς· ἀσυγκρίτως γὰρ ὑπερέσχον
κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρτυρες,
κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα,
καὶ κατὰ τὰς ἑτέρας ὁμοίως. Οὕτω δέ τις θαυμαστωθεὶς
αἰσχύνεται τῆς ἰδίας ἀσθενείας, πολὺ τῆς θείας
ἰσχύος ἀπολειπόμενος. Αἱ δὲ ἀσθένειαι, μέχρι τοῦ
ἐννοῆσαι μόνον αὐτὰς παραμένουσαι, ταχέως ἀπίασι
διὰ τὸ ἐνδυναμοῦσθαι τοὺς ἁγίους ὑπὸ Χριστοῦ λέγοντας·
« Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. »</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων·
οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν
διὰ χειλέων μου, κ. τ. ἑ. Ἄντικρυς μείζονος (29)
παρὰ τοὺς πολλοὺς αἱ φωναὶ, καὶ οὐκ ἄλλου ἥ Χριστοῦ·
οὗτος γὰρ συνάγων οὐ συνάγει ἐξ αἱμάτων
συναγωγὰς, οὐδὲ μέμνηται ὀνομάτων ἔτι ἐξ αὶμάτων.
Ἤ οὕτως· Οὐχ ὡς Ἔλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼ
σπείσω τὰς σπονδὰς ἐξ αἱμάτων. Οὕτω γὰρ ἕτερος
ἡρμήνευσεν· « Οὐ σπείσω τὰς σπονδὰς αὐτῶν ἐξ αἱμάτων,
» ἀλλὰ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ
θυσίαν ἀναίμακτον· ἀλλʼ οὐδὲ μνησθήσομαι τῶν παλαιῶν
ὀνομάτων αὐτῶν· ἐλέγοντο γὰρ βέβηλοι καὶ
εἰδωλοθύται· ἀλλὰ δώσω αὐτοῖς ἀκούειν οἱ εὐσεβεῖς
καὶ ἅγιοι. Ἤ καὶ οὕτως· Οὐ καθάπαξ λέγει μὴ συνάξειν
τὰς συναγωγὰς αὐτῶν, ἀλλ᾿ ἐξ αἱμάτων.οὐδὲ
μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως.
ἀλλʼ ἥ« διὰ χειλέων.» Μήποτʼ οδν ἐπεί εἰσί τινες συνἀγοντες
συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ
τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν,
μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ
αἱμάτων, ἀλλʼ ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν
προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς,
ἀλλʼ ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ.
ἀλλὰ βαθείᾳ νοήσει. Ἥ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν
ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγωγαὶ,
ἀλλὰ τῷ ἐνὶ Χριστοῦ τοῦ ἀμνοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ κοτηρίου
μου· σὺ εἶ ὁ ἀποκαθιστῶν· τὴν κληρονομίαν
<note type="footnote">γει, ete. Didymo tribuit Barbarus, at Corderius
Origenis quoque nomine nonnulla ex his inscripsit.</note>

<pb n="1213"/>
μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως (30)
λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων
αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις
τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ
μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος
ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ,
ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ
ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. Δύναται
δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι
αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν
κένωσιν. Ἤ· ῾ Υπερβὰς διαθέσει τὸν κόσμον, τίνα
σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου
τὸ λέγειν· « Μερίς μου ὁ Θεὸς εἰς τὸν
αἰῶνα. » Γίνεται δὲ καὶ ἅρτος ὁ Κύριος, παρέχων διδασκαλίαν,
καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν·
ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην
τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι.
Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν
πιόντα λέγειν χαριστηρίως· « Ἔδωκας εὐφροσύνην
εἰς τὴν καρδίαν μου. »</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ
γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ.
Εἰ τὸ σχοινίον (31) μέτρον ἐστὶ, πῶς γέγραπται ἐν
τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου
δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· » καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ
πνεύματός μου; » Ἤ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν
τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον,
τῷ μὴ εἶναιαὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς
αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις
αὐτὸν ἀγγείοις. Ἐκληροδοτήθη δέ μοι, φησὶν,
ὥσπερ ἐκ μέτρου γῆ ἧ καὶ ἀρκοῦμαι, καὶ διὰ
τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη (32) σχοίνισμα κληρονομίας
αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονομίᾳ,
ὡς κρατίστη, ταῦτά φησι.</p></div></div></div></body></text></TEI>