<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14" corresp="urn:cts:greekLit:tlg0527.tlg027:14"><div type="textpart" subtype="paragraph" n="3"><p>Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην·
λαλῶν ἀλήθειαν ἐν καρδᾳ αὐτοῦ, κ. τ. ἑ.
Τὸ, « πορευόμενος (23) ἄμωμος,» ζηλώσεις νοήσας
τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ
ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις,
καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ
ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. « Καὶ ἐργαζόμενος
δικαιοσύνην. » Περικείμενος τούτῳ ἐρεῖς·
Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως
φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοπὰς
ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν
ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἅρτων. Κάῖν δὲ, δέον
ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἥ τὴν
ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ.</p><note type="footnote">88 Isa. LII, 10. 89 Psal. XCVII, 2. 40 Psal. LXXXIV, 8. 41 Psal. CXIX, 5.</note><note type="footnote">lgit Dominus brachium surm sonetum in conspetu
omnium centium, et cognoscent omnes ﬁnes terræ satutare
Dei ostri. Omnibus igitur gentibus revelatum
est, et ab omnibus cognitum est. Et rursum in Psalmis
Spiritus sanctuis exclamat: Camare Domaao
canticum novum, quia mirabilia fecit. Ostendit Domnus
salutare subm, in conspectu gentium rerelert
justitiam suam. Et rursum: Annuntiate in genuibas
gloriam ejus, et ln omnibus populis salutare ejus. ἐt
rursum : Ostende nobis, Domine, misercordiamæ
tuam, et salutare tuum da nobis. »</note><note type="footnote">(21) Πολλὰ παρῴκησεν, etc. Schedæ Grabii.</note><note type="footnote">(22) Ὄρος ἅγιόν ἐστιν, etc. Eædem.</note><note type="footnote">(23) Τὸ, πορευόμενος, etc. Schedæ Grabii, ac
Barbarus, partimque Corderius.</note><pb n="1209"/></div><div type="textpart" subtype="paragraph" n="4"><p>Τοῦ αὐτοῦ. Ὁ κατὰ τὸν (24) ἐντὸς, φησὶν, ἅνθρωπον
καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης
κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μεττιών.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Ὅς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ
ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς
καὶ οἱ διάκονοι (25) τοῦ Σατανᾶ, ὅτε μετασχηματίζονται
ὡς διάκονοι δικαιοσύνης. « Καὶ οὐκ ἐποίησε
τῷ πλησίον αὐτοῦ κακόν. » Ἐὰν μὴ πάντες ἅνθρωποι
ὦσι πλησίον, οὐκ ἀπαγορεύει ἡ λέξις ποιεῖν τοῖς
μὴ πλησίον κακόν. Τὸ δʼ ὅμοιον καὶ ἐπὶ τοῦ, Ὁ
ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Καὶ
ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἕγγιστα αὐτοῦ. » Ὁ
ἀνεπιλή πτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ
τοὺς ἕγγιστα αὐτοῦ· ὁ ἐν συμφορᾷ τοῦ πλησίον
μὴ ἐπικερτομήσας, μηδὲ ἐπιχαρεὶς πτώματι ἀλλοτρίῳ,
ἀλλὰ συναλγῶν· ἥ ὁ μὴ ὀνειδίσας τὸν ἕγγιστα,
ὡς ὁ Φαρισαῖος τὸν τελώνην, ἢ ὁ μὴ ὀνειδισθεὶς ἐπὶ
τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς τέκνοις, ἢ καὶ
ἁπλῶς ὁ ἀνεπιλήπτως βιούς.</p></div></div><div type="textpart" subtype="chapter" n="15" corresp="urn:cts:greekLit:tlg0527.tlg027:15"><head>ΨΑΛΜΟΣ ΙΕ΄</head><div type="textpart" subtype="paragraph" n="1"><p>Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤ λπισα. Εἶπα
τῷ Κυρίῳ Κύρι ύςμου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ
χρείαν ἔχεις, κ. τ. ἑ. Ὡς πολεμίων (26) ἐπικειμένων
λέγει· « Φύλαξόν με. » Ἰησοῦς δὲ ἐν τῷ προφήτῃ
λέγει· Ὁ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων καὶ ἐπὶ μηδενὶ ἄλλῳ,
φυλάσσεται ὑπʼ αὐτοῦ. Οὐδεὶς δὲ ἁμαρτάνων δύναται
ἐπαληθεῦσαι τῇ φωνῇ. Δοῦλος γὰρ ὤν ἧς ποιεῖ ἁμαρτίας,
οὐ δύναται δουλεύειν Θεῷ. Ὅ δὲ τῷ πραττικῷ
καὶ θεωρητῷ βίῳ στήσας στήλην βοᾷ· « Εἶπα τῷ
Κυρίῳ· Κύριός μου εἶ σύ· » καὶ ἐκ τῶν σῶν δομάτων
προσάγω σοι δῶρα, οὐχ ὡς ἐνδεεῖ. Οὐδεὶς γὰρ τῶν
αἱρετικῶν τοῦτο λέγων ἀληθεύσει. Οὐ μόνον δὲ ἐπὶ
τῶν αἰσθητῶς προσαγομένων, ἀλλὰ καὶ πνευματικῶς,
προσενεκτέα ἡ φωνή. Κἅν γὰρ ἀρετὰς ἱερουργῶμεν·
κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελοῦς σωφροσύνης,
ἴσμεν, ὅτι δέχεται τοῦτο ὁ Θεὸς οὐκ εἰς ἰδίαν ὠφέλειαν,
ἀλλʼ ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν
αὐτά.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Τοῦ αὐτοῦ. Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ (27), χρήζει
δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἅρα χρῄζει τῶν ἀγαθῶν
ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἵρηται τὰ μέσα, ὧν
ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται.
« Εἰ γὰρ « τὰ ἀγαθὰ, » φησὶν Ἰὼβ, « ἐδεξάμεθα
ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ
παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.</p></div></div></div></body></text></TEI>