<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13" corresp="urn:cts:greekLit:tlg0527.tlg027:13"><div type="textpart" subtype="paragraph" n="3"><p>Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
κ. τ. ἑ. « Ἥξει ἐκ Σιὼν (18) ὁ ῥυόμενος, καὶ ἀποστρέψει
ἀσεβείας ἀπὸ Ἰακώβ. » Εἰ δὲ ἐκ Σιὼν ἔρέται
ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ
ἦκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. Οὐ
τὴν γενομένην σωτηρίαν τοῖς ἐπὶ Ἐζεχίου μόνον
προσαγορεύει, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις
γενομένην ἐκεῖθεν τοῦ Σωτῆρος ἡμῶν σωτήριον
ἐπιφάνειαν. Πάντων γὰρ ἐκκλινάντων, ἀναγκαίως
ἔδει λοιπὸν παρεῖναι τὸν δυνάμενον ἀφεῖναι ἁμαρτίας
καὶ σῶσαι. « Ἐκ Σιὼν » δὲ, ὅτι ἐκ σπέρματος
Ἰσραὴλ, καὶ ὅτι ἐκ Σιὼν ἥξεν ὁ ἐρχόμενος, ὡς γέΓραπται.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν
τοῦ λαοῦ αὐτοῦ. » Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ
γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος
μετάβασις. « Ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται
Ἰσραήλ.» Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν
ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωσικῆς
θεωρίας καταξιωθείς.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Tοῦ αὐτοῦ. Μυρίων ἐπὶ τὴς οἰκουμένης(19) κυριευόντων
<note type="footnote">34 Isa. LVIII, 9. Jacob. v, 13. Luc. XVII, 10. 37 Isa. LIX, 20.</note>
<note type="footnote">(14) Ἐκεῖνοι μὲν ἐπιχαίροντες, etc. Schedæ
Grabii.</note>
<note type="footnote">(15) Ὁ εὐεργετηθείς, etc. Schedæ Grabii.</note>
<note type="footnote">(16) Εἰ ἐν τοῖς ἐπιτηδεύμασι, etc. Schedæ Grabii.</note>
<note type="footnote">(17) Οἱ λέγοντες, etc. Schedæ Grabii, et Corderus.</note>

<pb n="1208"/>
κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν
δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι·
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; » θὐ
γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ ἰσαίας, οὐχ οἱ λοιποὶ
τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου
τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ
ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου
οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμε,
τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Τοῦ αὐτοῦ. Ἐν τοῖς τῆς Παλαιᾶς (20) « τὸ σωτήριον
καλεῖσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν
διδασκόμεθα, καὶ κυρίως « τοῦ σωτηρίου » τῷ ὀνόματι
διʼ ἐπαγγελίας τοῖς ἕθνεσιν ἀπήγγελται· φησὶ
γὰρ ὁ Ἡσαΐας· « Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα
τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν,
καὶ ὄψονται πάντα ἅκρα τῆς γῆς τὴν σωτηρίαν τὴν
παρὰ τοῦ Θεοῦ ἡμῶν. » Καὶ πάλιν ἐν Ψαλμοῖς
εἵρηται· « Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ.
ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.
» Καὶ πάλιν· « Δεῖξον ἡμῖν, Κύριε, τὸ ἕλεός
σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. »</p></div></div><div type="textpart" subtype="chapter" n="14" corresp="urn:cts:greekLit:tlg0527.tlg027:14"><head>ΨΑΛΜΟΣ IΔ΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Κόριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου
καὶ τίς κατασκηνώσει ἐν τῷ ὅρει τῷ ἁγίῳ σου,
κ. τ. ἑ. « Πολλὰ παρῴκησεν (21) ἡ ψυχή μου, »
ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ,
ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὅρος τοῦ Θεοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν (22) ἡ γνῶσις τοῦ
Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὅρος
ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθόμενος
δέχεται τὴν ἀπόκρισιν.</p></div></div></div></body></text></TEI>