<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12" corresp="urn:cts:greekLit:tlg0527.tlg027:12"><div type="textpart" subtype="paragraph" n="6"><p>Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι (13), λυπεῖσθαι
δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προσδοκῶ
γάρ σου τὸ σωτήριον, ἐφʼ ᾧ τις εὐφραίνεαι
πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφτ·τεία
εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίσνκόσμου,
ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα
τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν.
Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέγων·
<note type="footnote">(12) Φωτίσατε ἑαυτοῖς, etc. E codice Anglicano
hæc exscripsit Grabius.</note>
<note type="footnote">(13) Ἐπιχαίρουσι γὰρ πίπτουσι, etc. Ε Catcna
collegii nov Oxoniensis.</note>

<pb n="1205"/>
« Ἅσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ
ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, » πραγματικῶς
μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ
τοῦ Κυρίου λεγόμενον· « Ἔτι σου λαλοῦντος ἐρῶ·
Ἰδοὺ πάρειμι. » Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν
ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθʼ
ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν
πρᾶξιν ἐπάγοντας.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπτισα· ἀγαλλιάσεται
ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ.
Ἐκεῖνοι μὲν ἐπιχαίροντες (14) τῇ πτώσει μου προσδοκῶσιν
ἀγαλλιασθῆναι· ἐγ ὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει
τῷ σῷ ἤλπισα.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Ἅσω τῷ Κυρίῳ τῷ εὺεργετήσαντί με, καὶ ψαλῶ
τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς
(15) ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ
γάρ « Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω.» Ἕξω καὶ εἰς
τὸν ἐξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας
τὸ μέγεθος.</p></div></div><div type="textpart" subtype="chapter" n="13" corresp="urn:cts:greekLit:tlg0527.tlg027:13"><head>ψΑΛΜΟΣ ΙΓ΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p>Εἰπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.
Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι,
κ. τ. ἑ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι (16) διαφθείρονται,
οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης
ἀποτέλεσμα ἡ κακία. Ἀπὸ διαθέσεως καρδιακῆς
εἰπόντες μὴ εἷναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι
ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης
ἀκαθαρσίας ἀνάπλεων.</p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κ. τ. ἑ.
Οἱ λέγοντες (17) « Δοῦλοι ἀχρεῖοί ἐσμεν,» δυνάμει λέγουσιν,
Ἠχρειώθημεν.</p></div></div></div></body></text></TEI>