<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg058.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10a" corresp="urn:cts:ancJewLit:hebBible.psalms.leningrad-cons:10"><div type="textpart" subtype="paragraph" n="6"><p>Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει,κ.τ.ἑ.
Τῶν πειρασμῶν (83) οἱ μὲν τῷ σώματι προάγονται.
<note type="footnote">⁵Joan. Iν, 24. 6 Psal. LXX, 5. 7 Galat. IV. 8 Psal. LXXII, 27. ⁹ Jerem. XXIII, 23. 10 II Τim. III, 15.
11 Psal. LXXII, 12.</note>
<note type="footnote">schedæ, et Barbarus.</note>
<note type="footnote">(81) Τίς; πότερον ὁ Κύριος, etc. Eædem scbedæ.
Barbarus.</note>
<note type="footnote">(82) Ὁ μὲν δίκαιος, etc. Eædem schedæ, el Βarbarus.</note>
<note type="footnote">(83) Τῶν πειρασμῶν, etc. Eædem schedæ, et Βarbarus.</note>

<pb n="1193"/>
οἱ δὲ ψυχῇ, οἱ δὲ τοῖς ἐκτός· καὶ οἱ μέν εἰσι πληγῶν
καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν αἵτιοι· οἱ
δέ εἰσιν ἀκάθαρτοι λογισμοὶ γεννῶντες ἁμαρτίαν καὶ
δόγματα ψευδῆ· οἱ δὲ ζημίας ἔχουσι χρημάτων, ἀποβολὰς
τέκνων, καὶ γυναικῶν ἀφαιρέσεις· καὶ δῆλον
ἐκ τούτων, ὅτι ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς.
Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ
Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων
ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι
πράγματι κυριεύσει, ἀλλʼ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς
ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδʼ εὑρέθη δόλος ἐν τῷ
στόματι αὐτοῦ. τάχα τὸ βούλημα αὐτοῦ τίθησιν
ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον·
εἴ γε « διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται
στῆναι. » Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ
διάβολός φησι· « Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας
τὴν ὑπʼ οὐρανὸν, πάρειμι, καίτοι μηδὲν πείσας
τῷ Ἰὼβ ἄτοπον πεπραχέναι.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Τοῦ αὐτοῦ. Εἰ οἱ προκόπτοντες (84) κατὰ μείωσιν
κακίας προκόπτουσι, δίκαιοι λέγονται οἱ τελείαν
ἕξιν τῆς δικαιοσύνης κτησάμενοι, καὶ οἱ ἀνεμποδίστως
προκόπτοντες. Δίκαιος γὰρ, φησὶν, ἑαυτοῦ κατήγορος
ἐν πρωτολογίᾳ. » Καὶ εἰ δίκαιος, πῶς κατήγορος;
Καὶ εἰ κατήγορος, πάντως οὐ δίκαιος τέλειος. « Καὶ
γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Καλῶς
οὗν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ
κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι, ἀλλὰ τῶν
σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος
πρὸς τὸν Σατανᾶν καὶ ἀτελὲς καὶ τέλειον, οὐκ ἅν ἔλεγεν
ὁ Δαυΐδ· « Τέλειον μἴσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς
ἐγένοντό μοι. »</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας καὶ
δσλου, κ. τ. ἑ. Τοῦ πονηροῦ τὸ στόμα (85) οὐδὲν
προσφέρει εὔχρηστον, ἀλλʼ ὅσα πόνον καὶ κόπον ἐμποιεῖ
τοῖς δεχομένοις. Καὶ τὰ τῶν ἑτέρων στόματα
γέμει ἀρᾶς τῶν κακολογούντων τὸν Δημιουργὸν, λοιδορίας
τῶν λοιδόρων, πικρίας τῶν θυμικῶν, καὶ δόλου
τῶν δολίων.</p></div><div type="textpart" subtype="paragraph" n="9"><p>Τοῦ αὐτοῦ. Ὁ τῆς ἁγιότητος ἐκπεσὼν (86), τῆς
ἀληθείας καὶ εὐλογίας πόῤῥω ἑαυτὸν ἀπαγαγὼν, τὸ
στόμα πεπληρωμένον ἀρᾶς ἔχει, διʼ ὧν λέγει πειρώμενος
ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους.
Ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν
δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ
λόγος αὐτοῦ πεπλήρωται.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύυοις,
κ. τ. ἑ. Ἐν μὲν τοῖς ἕχουσι (87) πλοῦτον
ἀγνωσίας καὶ ἀδικίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ
τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνάμεις
ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ
οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως
ὅ σημαίνει τὴν ἐνυπάρχουσαν ἡμῖν κατὰ δύναμιν βασιλείαν
οὐρανῶν.</p><note type="footnote">12 Psal. ΧΧ, 12. 13 Job. I, 7. Prov. XVIII, 17. Prov. Πα, 9. Psal. CXXXVIII, 22.</note><note type="footnote">(86) Ὁ τῆς ἀγιότητος ἐκπεσώγ, etc. Corderius.</note><note type="footnote">(87) Ἐν γὲν τοῖς ἔχοθσι, etc. Schedæ Grabii,et
Barbarus.</note><pb n="1197"/></div></div></div></body></text></TEI>