ΚΕΦ. ΜΒ΄. Ἔδωκε δὲ ὁ Κόριος διπλᾶ. Ὁ μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆδλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλʼ ἑκατονταπλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.