<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg057.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="41"><head>ΚΕΦ. ΜΑ΄.</head><p>Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
                                Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ
                                δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ
                                παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ
                                παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον
                                ὑποχείρπον, ὁ Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ
                                θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός.</p><p>Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ
                                δράκων τῶν ἀσεδῶν· « Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· »
                                τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθʼ ἕκαστον γὰρ
                                λόγον ὅν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν
                                παραδεξώμεθα ἀκοὴν ματαίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα
                                λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα.</p><p>Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ.
                                Σαφέστερον δὲ εἰπεῖν Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι,
                                τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαε αὐτοὶ καθʼ ἑαυτοὺς
                                οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι
                                καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν
                                διάβολον, κατὰ τό· « Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας
                                ὑμῶν ἐν τάχει. »</p><p>Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθει, Θώραξ καὶ στῆθος
                                ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμοπκόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ·
                                δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ
                                δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται.</p><p>Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, « οὐ μη διέλθῃ, » οὐχ ὅτι οὐ
                                διέρχεται καὶ παρέρχεται, ἀλλʼ ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ
                                διʼ αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι
                                ὑπʼ αὐτοῦ.</p><p>Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν
                                Ἑωσφόροι, ἀλλʼ « εἶδος Ἑωσφόρου· » μετασχηματίζεται γὰρ εἰς ἄγγε
                                φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσ λονποιεῖταισύμβολον
                                ἡμέρας.</p><p>Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας <pb n="1049"/> τοὺς
                                ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δʼ
                                ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες.
                                Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ
                                Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου,
                                τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν
                                τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί.
                                Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ
                                ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.</p><p>Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ
                                δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια
                                αὐτοῦ, εἶθʼ οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις
                                τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα· ὅταν γὰρ ἁμάρτῃ τις.
                                τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν
                                διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ
                                παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ
                                ψυχήν.</p></div></div></body></text></TEI>