ΚΕΦ. Μ΄. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον· οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος. Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν· οὕπω γὰρ ᾔδει τὸ, « Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. » Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γραφαί· ὡς τὸ, « Δεῦτε, καὶ διαλεχθῶμεν· » καὶ, « Λαός μου, τί ἐποίησά σοι; » Ἥδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι ἅνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἦκουσε· « Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, » καὶ μὴ σιώπα· ἀλλʼ ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐδὲ συνέσφιγκται, ἀλλὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ. Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ οἴου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μηδὲ ἀποποιοῦ μου τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν. ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν ταύτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· « Μὴ ἀποποιοῦ μου τὸ κρῖμα· » τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν. Οἴει δέ με ἄλλως σοι κεχρημστικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἷχες ἀνδρείαν· ἀλλʼ ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν 16 Psal. XLVIII, 13, 21, xxxi, 9. 17 Jerem. v, 8. 18 lsai. 1, 18. 19 Mich. vi, 3. τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· « Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, » τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετʼ αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος.