ΚΕΦ΄. ΚΘ΄. Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν « οἱ ἄρχοντες. » Οὗτοι παραχωνήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομαθοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον. ὅν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμένον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ σας καὶ ἀποβαλών.