<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg057.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="27"><head>ΚΕΦ. ΚΖ΄.</head><p>Ἔει δὲ προσθεὶς Ἰὼβτῷ προοιμίῳ εἶπεν. Ἔλαβεν ἐξουτίαν τοῦ Ἰὼβ ὁ
                                διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν
                                ἐκτός· ὕστερον δὲ διʼ αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν
                                φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ
                                νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα
                                δόγματα ἔχοντας· ἀλλʼ ἀληθεῖς μὲν λόγους. οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ
                                προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον
                                φθέγξασθαί τι κατὰ τῆς Προνοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι
                                διὰ τὰς ἀλγηδόνας· ἀλλʼ ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ
                                τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ
                                Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο.</p><p>Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. Τοῦτο καὶ Παῦλος ὕστερον
                                ἐφθέγξατο, καὶ προσέθηκεν· « Ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι. » Πολλὴ
                                ἡ παῤῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν
                                καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα.</p></div><div type="textpart" subtype="chapter" n="29"><head>ΚΕΦ΄. ΚΘ΄.</head><p>Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν « οἱ
                                ἄρχοντες. » Οὗτοι παραχωνήσῃ <pb n="1044"/> τὸ συλληφθέν· κατὰ ταῦτα
                                δὲ καὶ ἐπὶ τῆς φιλομαθοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον.
                                ὅν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ
                                τυπῶσαι καὶ μορφῶσαι, τετελειωμένον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ
                                μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι.</p><p>Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ
                                ἀκροατοῦ, καὶ ὤν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα
                                οἷον κενώ σας καὶ ἀποβαλών.</p></div><div type="textpart" subtype="chapter" n="35"><head>ΚΕΦ. ΛΕ΄.</head><p>Ἀνάβεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς
                                σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ
                                ἀναβλέπειν ἔχουσι » θ καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος
                                ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἀλλʼ ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν
                                τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφʼ ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω
                                τὸν Μωσέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν
                                ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέπω τὸ νέφος ὑψηλὸν ἀπʼ
                                ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν,
                                ἐὰν ἐξετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμένον, καὶ
                                καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπʼ ἐμοῦ.</p><p>Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις
                                ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένονς; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν
                                ἴασαι· εἰ ἥμαρτες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν
                                ἰώμενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς
                                ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθαν Ἰησοῦς Χριστὸς ἐξ
                                οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γένηται τὸ, « Μακάριοι ὧν
                                ἀφέθησαν αἰ ἁμαρτίαι. »</p><p>Ὁ κατατάσσων φυλακὰς νσκτεριστάς. Ὅρα ὄτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους
                                διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, « Ὁ κατατάσσων φυλακὰς
                                νυκτερινάς. » Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός;
                                Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκέτος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν
                                γὰρ διʼ ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ
                                ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς ἵνα οἱ φύλακες, οἱ
                                ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν
                                θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες
                                ἄγγελοι.</p><p>Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ τοὺς λοιποὺς, « διδάσκων
                                ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα
                                διιπτάμενα πετεινά· » μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν
                                οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ
                                ἦς ἁμαρτωλὸς, πόρνος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ τετραπόδων γῆς,
                                ἀλλὰ παρασυνεβλήθης τοῖς κτήνεσι, καὶ ἐγένου ὡς <pb n="1045"/> ἵππος
                                καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, καὶ ἵππος θηλυμανής.</p></div><div type="textpart" subtype="chapter" n="40"><head>ΚΕΦ. Μ΄.</head><p>Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Τὰ μὲν τέλεια τῶν
                                ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον·
                                οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς.
                                Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ ὅτε, ἀποβαλὼν τὰ
                                ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα,
                                εὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ
                                τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν
                                ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος.
                                Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ,
                                ὡς οὐκ ἔχων παῤῥησίαν· οὕπω γὰρ ᾔδει τὸ, « Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς
                                ἀπεκρίνατο αὐτῷ φωνῇ. » Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ
                                λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλαβεῖν αὐτὸν
                                πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ ἄλλαι
                                τοῦτο ἐδίδαξαν Γραφαί· ὡς τὸ, « Δεῦτε, καὶ διαλεχθῶμεν· » καὶ, «
                                Λαός μου, τί ἐποίησά σοι; » Ἥδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι
                                ἅνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς
                                ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας,
                                οὐκ ἂν ἦκουσε· « Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, » καὶ μὴ σιώπα·
                                ἀλλʼ ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται,
                                οὐδὲ συνέσφιγκται, ἀλλὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ
                                Θεῷ. Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται
                                τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται.</p><p>Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ οἴου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ
                                ὑπέμεινας, μηδὲ ἀποποιοῦ μου τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου
                                μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν.
                                ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι·
                                οὐδὲν ταύτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ. Ἐπεὶ οὖν
                                οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν
                                παθόντα· « Μὴ ἀποποιοῦ μου τὸ κρῖμα· » τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ
                                ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν.</p><p>Οἴει δέ με ἄλλως σοι κεχρημστικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;
                                Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες·
                                ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἷχες
                                ἀνδρείαν· ἀλλʼ ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου
                                τὴν ἀνδρείαν. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς,
                                καὶ δόξωμεν <note type="footnote">16 Psal. XLVIII, 13, 21, xxxi, 9.
                                    17 Jerem. v, 8. 18 lsai. 1, 18. 19 Mich. vi, 3.</note>
                                <pb n="1048"/> τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· « Οἴει
                                δέ με ἄλλως σοι κεχρηματικέναι, » τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι,
                                ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ;</p><p>Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν
                                πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι·
                                ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν
                                ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετʼ αἰσχύνης ἀπέστρεψας μετὰ τῆς
                                αὐτοῦ φάλαγγος.</p></div><div type="textpart" subtype="chapter" n="41"><head>ΚΕΦ. ΜΑ΄.</head><p>Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
                                Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ
                                δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ
                                παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ
                                παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον
                                ὑποχείρπον, ὁ Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ
                                θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός.</p><p>Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ
                                δράκων τῶν ἀσεδῶν· « Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· »
                                τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθʼ ἕκαστον γὰρ
                                λόγον ὅν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν
                                παραδεξώμεθα ἀκοὴν ματαίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα
                                λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα.</p><p>Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ.
                                Σαφέστερον δὲ εἰπεῖν Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι,
                                τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαε αὐτοὶ καθʼ ἑαυτοὺς
                                οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, καὶ ὅλον αὐτὸν κομίσαι
                                καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν
                                διάβολον, κατὰ τό· « Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας
                                ὑμῶν ἐν τάχει. »</p><p>Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθει, Θώραξ καὶ στῆθος
                                ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμοπκόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ·
                                δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ
                                δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται.</p><p>Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, « οὐ μη διέλθῃ, » οὐχ ὅτι οὐ
                                διέρχεται καὶ παρέρχεται, ἀλλʼ ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ
                                διʼ αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι
                                ὑπʼ αὐτοῦ.</p><p>Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν
                                Ἑωσφόροι, ἀλλʼ « εἶδος Ἑωσφόρου· » μετασχηματίζεται γὰρ εἰς ἄγγε
                                φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσ λονποιεῖταισύμβολον
                                ἡμέρας.</p><p>Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας <pb n="1049"/> τοὺς
                                ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δʼ
                                ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες.
                                Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ
                                Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου,
                                τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν
                                τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί.
                                Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ
                                ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.</p><p>Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ
                                δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια
                                αὐτοῦ, εἶθʼ οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις
                                τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δράκοντα· ὅταν γὰρ ἁμάρτῃ τις.
                                τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν
                                διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ
                                παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ
                                ψυχήν.</p></div></div></body></text></TEI>