ΚΕΦ. ΚΒ΄. Πότερον οὐ Κύριός ἐστιν δ διδάσκων; Ὑγιὲς δὲ τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος· ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, » καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἀλλʼ ἢ Θεός. Διδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. Οὐκοῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλικὴν εἰληφότες χάριν, πάλιν ὁ Κύριός ἐστιν ὁ διʼ αὐτῶν διδάσκων ἡμᾶς· καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν. Ἢ λόγον σου ποιούμενος ἐλέγξει σε; Πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων ὁ Θεὸς μήποτε αὐτός τι βλαβῇ, ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν, ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· « Ἠνεχύραζες διακενῆς· » τουτέστι μηδὲν ἐποφειλόμενος. Προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν. Ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. Ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἔνα, καὶ τοῦτον τὸν χιτῶνα προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσοφειλέτας ἔχωμεν. Πολλάκις ὁ ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παῤ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι, « Ἀμφίασιν γυμνῶν ἀφείλου. » Ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομάζτι· ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ ὁ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ ὁ μὴ τρέφων τὸν ἄρτου δεόμενον. Ἐθαύμασας δέ τινων πρόσωπα. Ἄλλο καὶ τοῦτο ἁμάρτημα· ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσωπον. Ὁ δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ τὸ πρόσωπον· τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει. Ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθός. Ὑγιὲς ἐνθάδε δόγμα ὁ Ἐλιφὰζ λέγει· οἴεται γὰρ τὸν Ἰὼβ διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας καθαίρεται διʼ αὐτοῦ τοῦ πάσχειν· καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται, πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας 10 Psal. xciii, 10. ἀμιγὴς γεγονώς. Φησὶν οὖν, ὅτι, ἑὰν καὶ σὺ ὑπομείνῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον ὁ Θεός· καὶ καθαρὸς γενόμενος, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμενος· κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύσει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέ σεῖς· αὐτὸς γάρ ἐστιν « ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὶ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. » Ἀντὶ μέντοι τοῦ, « Δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς. Θεοδοτίων, « Καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι, » ἐξέδωκε· τουτόστιν, ἅπαν ὅ ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται· καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν· καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμεναι φωτός· ἢ καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδοξοι ἔσονται. Ὅτί ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖς· Ὑπερηφανεύσατο. Ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν· πρὸς δὲ τὸν Ἰὼβ ὁ λόγος. Διὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἷπεν, ὅτι ἐνδίκως αὐτὸς ὑπέστη ἃ πέπονθεν, ἐτειδὴ ὑπερηφανεύεατο. Καὶ κύφαστα ὀφθαλμοῖς σώσει. Τουτέστι τὸν ταπεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητεν καὶ ἀπαῤῥησίαστον, καθάπερ ὁ ἐν τοῖς Εὐαγγελίοις δικαιωθεὶς τελώνης.