<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg057.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><head>ΚΕΦ. ΚΑ΄.</head><p>Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Τὸ μέντοι, «
                                πεπαλαίωνται ἐν πλούτῳ, » εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ
                                ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν.</p><p>Ἀναλαβόντα ψαλτήριον καὶ πιθάραν. Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων
                                ἡ εὐφροσύνη, ἥν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφʼ ὧν
                                αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδοναὶ διεγείρονται, καὶ
                                οἱ παρόντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν
                                παῖδες ἀσελγῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας
                                αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων
                                ἐπικροτοῦντες.</p><p>Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Τουτέστιν, οὐδὲν διάλειμμα τῆς
                                εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλʼ ἐν βίῳ τελείῳ τοῖς σωματικεῖς ἀγαθοῖς
                                ἐντρυφῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς
                                πέρας ἐγένετο, παραταθείσης μέχρι τελευτῆς τῆς εὐημερίας.</p><p>Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμλθησαν. Ἀντὶ τοῦ, μέχρι θανάτου
                                ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται. Ἤ,
                                ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλʼ ὥσπερ
                                ὑπνοῦντες, οὕτως ἀποθνήσκουσιν. Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν
                                κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόντες δὲ ἀναπαύονται· οὗτοι δὲ
                                περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ὲν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν
                                ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν.</p></div></div></body></text></TEI>