ΚΕΦ. Κ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα. Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν. Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα; Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλόμενοι· καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ. Τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει· « Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· » καὶ πάλιν· « Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. » Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Οἷδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐναντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ « χολὴ ἀσπίδος, » τουτέστι πονηρά· ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωῦσέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· « Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν. » Ἀλλ᾿ ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. Ἄγγελος γὰρ κατʼ εὐεργεσίαν Θεοῦ ἐξελκύσει αὐτοὺς ἐπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων. Ἐπάγει γοῦν· « Ἐξ οἰκίας αὐτοῦ, » καὶ τὰ ἑξῆς. 6 Psal. IX, 7. 7 Psal. xxxvi, 20. 8 Psal. lxxii, 20. Deut. xxxii, 32. Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. Διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μὴποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετιχῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῃς Ἐκκλησίας. Μὴ ἴδοι ἄμελειν νομάδων. Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εύρίσκουσαι. Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπλζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦδος. Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. Καθʼ ἣν ἡ θεία κατʼ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ᾿ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις.