<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg057.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="19"><head>ΚΕΦ. ΙΘ΄.</head><p>Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα
                                ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα· οὔτως εἰσί τινες λόγοι
                                βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς
                                δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις
                                εἰρημένων· ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου
                                αἰσθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· « Ἕως τίνος ἕγκοπον
                                ποιήσετε τὴν ψυχήν μου, » καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατʼ ἐμοῦ
                                τοὺς λόγους; Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου
                                λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ. λέγει τὰ προκείμενα. Οὐχ οὕτως γὰρ
                                καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι. ὡς λόγος σκληρός· πολλάκις γάρ
                                τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ
                                μέντοιγε τέλειος ἀθλητὴς. εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς
                                λόγους· ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι· διόπερ ἐν τοῖς
                                ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· « Λοιδορούμενοι εὐλογοῦμεν·
                                βλασφημούμενοι παρακαλοῦμεν. » Καὶ νῦν δὲ ὁ Ἰὼβ ἐστιν, ὁ τῶν ἀθλητῶν
                                γενναιότατος. ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτος
                                    <pb n="1033"/> περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν·
                                ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ
                                σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ σαι. Καὶ ἐπειδὴ ἡ τοῦ λόγου
                                βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν
                                παρασκευάζει, διὰ τοῦτό φησιν· Ἀνθʼ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος
                                ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς
                                ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;</p><p>Καταλαλεῖτέ μου. Πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν· ὅταν δὲ
                                ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ
                                λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων.</p><p>Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου
                                ἔρχεται· ἔτι ἀθλῶ. Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα,
                                καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω. Ἐὰν μὴ τελέσω
                                τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. Καὶ ταῦτά φαμεν, ἵνα
                                μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐδαμοῦ τὸ
                                κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν
                                ἀπαλλαγῆς.</p></div></div></body></text></TEI>