Καὶ ἐποίησεν Ἐφὼδ καὶ Θεραφείν. Ἐφὼδ ὕφασμα ἦν ἱερατικὸν, ὅπερ περικειμένῳ τῷ ἱερεῖ ἐφοίτα τοῦ ἁγίου Πνεύματος ἡ χάρις. Τὸ δὲ Θεραφεὶν τοιοῦτο μέντοι, οὐ θεῖκὸν δὲ, ἀλλʼ εἰδωλικὸν, ὡς ἐν ταῖς βασιλείαις δείκνυται. Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμίν. Τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπελθόντες; Ἥ δῆλον ὅτι διὰ προλαβούσης αἰτίας. Καὶ ὁ ψαλμός φησιν· « Ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. » Εἶτα καὶ μετὰ τὸ ἡττηθῆναι, καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, καὶ νικῶσι δίκαιαν νίκην. 54 Jud. xi, 30. 55 Jud. xii, 6. 56 Jud. xiii, 2. 57 Jud. xvi, 17. 58 Jud. xvii, 5. 59 Jud. xx, 34. 60 Psal. lxxiv, 3.