Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι Ναζιραῖος τοῦ Θεοῦ ἐγώ εἰμι. Δι᾿ ὅλης τῆς περὶ τὸν Σαμψὼν ἱστορίας αἱ τρίχες φαίνονται τὴν πᾶσαν αὐτῷ περιποιεῖν ἰσχύν. Τοῦ αὐτοῦ. Ναζιραῖον τὸ πεφυλαγμένον κατὰ τὴν Σύρων φωνὴν ὀνομάζει. Μὴ ἐξακολουθεῖν δὲ τῇ τάξει τῶν Ἰσραηλιτῶν τὸν Σαμψὼν ὁ Θεὸς προστάσσει, κατ᾿ ἐκεῖνο καιροῦ τὴν κεφαλὴν ξυρωμένων διὰ τὸ εὐσήμους εἶναι πρὸς πάντας.