Καὶ εἶπαν αὐτῷ· Εἰπὸν δὴ στάχυς. Οἱ δὲ ἔλεγον στάχυς· σημαίνει σέβηλα, ὅπερ ἐστὶν ἄσταχυς. Οἱ δὲ ἔλεγον σεβήλω καὶ οὐκ ἐδύναντο τρανῶς εἰπεῖν σέδηλα. Εἰ γὰρ καὶ Ἑβραῖοι ἐτύγχανον, ἀλλὰ κατὰ συμμετρίαν βραχύτητι παρήλλασσον ἐν τῇ τῆς διαλέξεως προφορᾷ. Τὸ οὖν σύνθεμα ἦν σέβηλα, ὅπερ οἱ ἐπερωτώμενοι λέγοντες σεδήλω, ἠλέγχοντο οὐκ ὄντες τῶν οἰκείων τοῦ Ἰεφθάε, ἀλλὰ τῶν ἐπαναστάντων. Καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκεν. Οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ᾿ ἀπὸ τῆς διακονίας ἐπὶ τοῦ παρόντος στείραν καλεῖ.