<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg055.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p>Καὶ εῦξατο Ἱεμθάε τῷ Κυφίῳ. Εἰ Πνεῦμα Κυρίου ἐπ᾿ αὐτὸν, πῶς εὔχεται ἃ μὴ
                        προσήκει; Ἐνῆν γὰρ καὶ κύνα ἀπαντῆσαι ἐπανιόντι τῷ Ἰεφθάε. Ἆῤ οὖν ἐσφάλη
                        τὸ Πνεῦμα; οὐδαμῶς· ἀλλὰ τὸ μὲν Πνεῦμα βοηθεῖν παραγέγονεν, οὐχ
                        ὑποβάλλειν τὴν ἄτοπον εὐχήν· αὐτὸς δὲ σφάλλεται ἀπερισκέπτως
                        ὑποσχόμενος.</p></div></div></body></text></TEI>