Καὶ εῦξατο Ἱεμθάε τῷ Κυφίῳ. Εἰ Πνεῦμα Κυρίου ἐπ᾿ αὐτὸν, πῶς εὔχεται ἃ μὴ προσήκει; Ἐνῆν γὰρ καὶ κύνα ἀπαντῆσαι ἐπανιόντι τῷ Ἰεφθάε. Ἆῤ οὖν ἐσφάλη τὸ Πνεῦμα; οὐδαμῶς· ἀλλὰ τὸ μὲν Πνεῦμα βοηθεῖν παραγέγονεν, οὐχ ὑποβάλλειν τὴν ἄτοπον εὐχήν· αὐτὸς δὲ σφάλλεται ἀπερισκέπτως ὑποσχόμενος. Καὶ εἶπαν αὐτῷ· Εἰπὸν δὴ στάχυς. Οἱ δὲ ἔλεγον στάχυς· σημαίνει σέβηλα, ὅπερ ἐστὶν ἄσταχυς. Οἱ δὲ ἔλεγον σεβήλω καὶ οὐκ ἐδύναντο τρανῶς εἰπεῖν σέδηλα. Εἰ γὰρ καὶ Ἑβραῖοι ἐτύγχανον, ἀλλὰ κατὰ συμμετρίαν βραχύτητι παρήλλασσον ἐν τῇ τῆς διαλέξεως προφορᾷ. Τὸ οὖν σύνθεμα ἦν σέβηλα, ὅπερ οἱ ἐπερωτώμενοι λέγοντες σεδήλω, ἠλέγχοντο οὐκ ὄντες τῶν οἰκείων τοῦ Ἰεφθάε, ἀλλὰ τῶν ἐπαναστάντων. Καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκεν. Οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ᾿ ἀπὸ τῆς διακονίας ἐπὶ τοῦ παρόντος στείραν καλεῖ. Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι Ναζιραῖος τοῦ Θεοῦ ἐγώ εἰμι. Δι᾿ ὅλης τῆς περὶ τὸν Σαμψὼν ἱστορίας αἱ τρίχες φαίνονται τὴν πᾶσαν αὐτῷ περιποιεῖν ἰσχύν. Τοῦ αὐτοῦ. Ναζιραῖον τὸ πεφυλαγμένον κατὰ τὴν Σύρων φωνὴν ὀνομάζει. Μὴ ἐξακολουθεῖν δὲ τῇ τάξει τῶν Ἰσραηλιτῶν τὸν Σαμψὼν ὁ Θεὸς προστάσσει, κατ᾿ ἐκεῖνο καιροῦ τὴν κεφαλὴν ξυρωμένων διὰ τὸ εὐσήμους εἶναι πρὸς πάντας.