Καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ. Τοῖς ξύλοις αὐτοὺς ἔκρυψε τῆς λινοκαλάμης οἷς εἶχεν ἐπὶ τοῦ δώματος ἑτοιμάζουσα ἐργάζεσθαι τὴν βύσσον αὐτοῖς ὡς ἀξίοις οὖσιν ἐνδύματος ἀρχιερατικοῦ. Ἡ γὰρ λινοκαλάμη ποιεῖ τὴν βύσσον ἐξ ἧς τὸ ἱερατικὸν ἔνδυμα γίνεται. Καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος. Ἰστέον ὅτι ὁ οἶκος αὐτῆς ἐν τῷ τείχει ἦν. Ἀδελφὰ τῆς παλαιᾶς τὰ νέα· ὅμοιον γάρ ἐστι τὸ ἐπὶ τοῦ Παύλου, ὅτε ἐχάλασαν αὐτὸν ἐν σαργάνῃ διὰ τοῦ τείχους. Τοῦ αὐτοῦ. Ὁ Ἀπόστολος δεύτερον ἐσώθη ἀπὸ τῶν ἐχθρῶν ὁμοιοτρόπως, ὥς φησιν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους αὐτοῦ Ἐπιστολῇ· « Καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον. » Πάλιν ἐν ταῖς Πράξεσι· « Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι· λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς, τοῦ τείχους καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι. » Καὶ κατέμειναν ἐκεῖ τρεῖς ἠμέρας. Οὐχ ὅτ τριῶν ἡμερῶν ἦν ἡ ὁδός· πάνυ γὰρ πλησίον ὁ Ἰορδάνης 7 Jos. i, 2. 8. ibid., 3. 9 Jos.ii, 1. 10 Isa. xlix. 20 11 Jos. ii 6. 12 ibid., 15 13 ii Cor. xi, 37. 14 Act. ix, 24, 25. 15 Jos. ii, 22. τῆς Ἰεριχὼ, ἀλλὰ διὰ τὴν τῶν κατασκόπων ἀκριβῆ ἐξέτασιν. « Ἐζήτησαν γὰρ, φησὶν, οἱ καταδιώκοντες πάσας τὰς ὀδοὺς, καὶ οὐχ εὗρον. » « Τετράκις μύριοι εὔζωνοι. Σημειωτέον ὅτι ἡ τετρὰς, εἴτε μονάδων, εἴτε ἑκατοντάδων, εἴτε ἑτέρου πλείονος ἀριθμοῦ, ἐπὶ κακώσεως κεῖται.